1 Corinthians 5

1Ὅλως ἀκούεται ἐν ὑμῖν πορνεία, καὶ τοιαύτη πορνεία ἥτις οὐδὲ ἐν τοῖς
 ἔθνεσιν = WH Treg NA/NIV: || ἔθνεσιν ὀνομάζεται = RP
ἔθνεσιν, ὥστε γυναῖκά τινα τοῦ πατρὸς ἔχειν.
2καὶ ὑμεῖς πεφυσιωμένοι ἐστέ, καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε, ἵνα
 ἀρθῇ = WH Treg NA/NIV: || ἐξαρθῇ = RP
ἀρθῇ ἐκ μέσου ὑμῶν τὸ ἔργον τοῦτο
 ποιήσας = Treg RP: || πράξας = WH NA/NIV
ποιήσας;

3Ἐγὼ μὲν γάρ,
 ἀπὼν = WH Treg NA/NIV: || ὡς ἀπὼν = RP
ἀπὼν τῷ σώματι παρὼν δὲ τῷ πνεύματι, ἤδη κέκρικα ὡς παρὼν τὸν οὕτως τοῦτο κατεργασάμενον
4ἐν τῷ ὀνόματι τοῦ κυρίου ἡμῶν
 Ἰησοῦ = WH Treg NA/NIV: || Ἰησοῦ Χριστοῦ = RP
Ἰησοῦ, συναχθέντων ὑμῶν καὶ τοῦ ἐμοῦ πνεύματος σὺν τῇ δυνάμει τοῦ κυρίου ἡμῶν
 Ἰησοῦ = WH Treg NA/NIV: || Ἰησοῦ Χριστοῦ = RP
Ἰησοῦ,
5παραδοῦναι τὸν τοιοῦτον τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκός, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ
 κυρίου = WH NA/NIV: || κυρίου Ἰησοῦ = Treg RP
κυρίου.

6Οὐ καλὸν τὸ καύχημα ὑμῶν. οὐκ οἴδατε ὅτι μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ; 7ἐκκαθάρατε τὴν παλαιὰν ζύμην, ἵνα ἦτε νέον φύραμα, καθώς ἐστε ἄζυμοι. καὶ γὰρ τὸ πάσχα
 ἡμῶν = WH Treg NA/NIV: || ἡμῶν ὑπὲρ ἡμῶν = RP
ἡμῶν ἐτύθη Χριστός·
8ὥστε ἑορτάζωμεν, μὴ ἐν ζύμῃ παλαιᾷ μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας, ἀλλ᾽ ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας.

9Ἔγραψα ὑμῖν ἐν τῇ ἐπιστολῇ μὴ συναναμίγνυσθαι πόρνοις, 10
 οὐ = WH Treg NA/NIV: || καὶ οὐ = RP
οὐ πάντως τοῖς πόρνοις τοῦ κόσμου τούτου τοῖς πλεονέκταις
 καὶ = WH Treg NA/NIV: || ἢ = RP
καὶ ἅρπαξιν εἰδωλολάτραις, ἐπεὶ
 ὠφείλετε = WH Treg NA/NIV: || ὀφείλετε = RP
ὠφείλετε ἄρα ἐκ τοῦ κόσμου ἐξελθεῖν.
11νῦν δὲ ἔγραψα ὑμῖν μὴ συναναμίγνυσθαι ἐάν τις ἀδελφὸς ὀνομαζόμενος πόρνος πλεονέκτης εἰδωλολάτρης λοίδορος μέθυσος ἅρπαξ, τῷ τοιούτῳ μηδὲ συνεσθίειν. 12τί γάρ
 μοι = WH Treg NA/NIV: || μοι καί = RP
μοι τοὺς ἔξω κρίνειν; οὐχὶ τοὺς ἔσω ὑμεῖς κρίνετε,
13τοὺς δὲ ἔξω θεὸς
 κρίνει = WH Treg: || κρινεῖ = NA/NIV RP
κρίνει;
 ἐξάρατε = WH Treg NA/NIV: || Καί ἐξαρεῖτε = RP
ἐξάρατε τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν.



Copyright information for SBLG